Русская Библiя
Русскій Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Русская Библія
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ

Греческая Библія

Ἡ Παλαιὰ Διαθήκη
-
Ἡ Καινὴ Διαθήκη

Славянская Библія

Ветхій Завѣтъ
-
Новый Завѣтъ

Синодальный переводъ

Исторія перевода
-
Ветхій Завѣтъ
-
Новый Завѣтъ

Переводы съ Масоретскаго

митр. Филарета Дроздова
-
Росс. Библ. Общества
-
прот. Герасима Павскаго
-
архим. Макарія Глухарева
-
С.-Петербургской Д. А.
-
проф. И. П. Максимовича
-
проф. М. С. Гуляева
-
проф. А. А. Олесницкаго
-
Неизвѣстн. перевод.
-
В. Левисона - Д. Хвольсона
-
проф. П. Горскаго-Платонова
-
«Вадима» (В. И. Кельсіева)
-
проф. П. А. Юнгерова
-
Л. І. Мандельштама
-
О. Н. Штейнберга
-
А. Л. Блоштейна

Переводы съ Греческаго LXX

свящ. А. А. Сергіевскаго
-
архіеп. Агаѳангела Соловьева
-
еп. Порфирія Успенскаго
-
проф. П. А. Юнгерова

Переводы Новаго Завѣта

архіеп. Меѳодія Смирнова
-
Росс. Библ. Общества
-
В. А. Жуковскаго
-
К. П. Побѣдоносцева
-
А. С. Хомякова

Апокриѳы

Ветхозавѣтные
-
Новозавѣтные

Библейскія изслѣдованія

Святоотеческія толкованія
-
Изслѣдованія по библеистикѣ
-
Толковая Библія Лопухина
-
Библія и наука

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - вторникъ, 28 марта 2017 г. Сейчасъ на порталѣ посѣтителей - 13.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКАЯ БИБЛІЯ

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ.

Ἰούδα τοῦ Ἀποστόλου Ἐπιστολὴ Καθολικὴ.

Κεφάλαιον 1.

1 Ἰούδας, Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ πατρὶ ἠγιασμένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς·

2 ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.

3 Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.

4 παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρῖμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.

5 Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος λαὸν ἐκ τῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν,

6 ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν·

7 ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.

8 ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν.

9 ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ' εἶπεν·   ἐ π ι τ ι μ ή σ α ι   σ ο ι   Κ ύ ρ ι ο ς.

10 οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται.

11 οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο.

12 Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινά, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα,

13 κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς τὸν αἰῶνα τετήρηται.

14 προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνὼχ λέγων·   ἰ δ ο ὺ   ἦ λ θ ε   Κ ύ ρ ι ο ς   ἐ ν   ἁ γ ί α ι ς   μ υ ρ ι ά σ ι ν   α ὐ τ ο ῦ,

15 π ο ι ῆ σ α ι   κ ρ ί σ ι ν   κ α τ ὰ   π ά ν τ ω ν   κ α ὶ   ἐ λ έ γ ξ α ι   π ά ν τ α ς   τ ο ὺ ς   ἀ σ ε β ε ῖ ς   α ὐ τ ῶ ν   π ε ρ ὶ   π ά ν τ ω ν   τ ῶ ν   ἔ ρ γ ω ν   ἀ σ ε β ε ί α ς   α ὐ τ ῶ ν   ὧ ν   ἠ σ έ β η σ α ν   κ α ὶ   π ε ρ ὶ   π ά ν τ ω ν   τ ῶ ν   σ κ λ η ρ ῶ ν   ὧ ν   ἐ λ ά λ η σ α ν   κ α τ'   α ὐ τ ο ῦ   ἁ μ α ρ τ ω λ ο ὶ   ἀ σ ε β ε ῖ ς.

16 Οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.

17 Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,

18 ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.

19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, Πνεῦμα μὴ ἔχοντες.

20 Ὑμεῖς δέ, ἀγαπητοί, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτοὺς, ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι,

21 ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ζωὴν αἰώνιον.

22 καὶ οὓς μὲν ἐλεεῖτε διακρινόμενοι,

23 οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ τοῦ πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.

24 Τῷ δὲ δυναμένῳ φυλάξαι αὐτοὺς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει,

25 μόνῳ σοφῷ Θεῷ σωτῆρι ἡμῶν, δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας· ἀμήν.

/ Къ оглавленію /


Наверхъ / Къ титульной страницѣ

0