|
|||||||||||||||||||
|
Русская Библія ![]() ![]() ![]() ![]() Греческая БибліяἩ Παλαιὰ Διαθήκη![]() Ἡ Καινὴ Διαθήκη Славянская БибліяВетхій Завѣтъ![]() Новый Завѣтъ Синодальный переводъИсторія перевода![]() Ветхій Завѣтъ ![]() Новый Завѣтъ Переводы съ Масоретскагомитр. Филарета Дроздова![]() Росс. Библ. Общества ![]() прот. Герасима Павскаго ![]() архим. Макарія Глухарева ![]() С.-Петербургской Д. А. ![]() проф. И. П. Максимовича ![]() проф. М. С. Гуляева ![]() проф. А. А. Олесницкаго ![]() Неизвѣстн. перевод. ![]() В. Левисона - Д. Хвольсона ![]() проф. П. Горскаго-Платонова ![]() «Вадима» (В. И. Кельсіева) ![]() проф. П. А. Юнгерова ![]() Л. І. Мандельштама ![]() О. Н. Штейнберга ![]() А. Л. Блоштейна Переводы съ Греческаго LXXсвящ. А. А. Сергіевскаго![]() архіеп. Агаѳангела Соловьева ![]() еп. Порфирія Успенскаго ![]() проф. П. А. Юнгерова Переводы Новаго Завѣтаархіеп. Меѳодія Смирнова![]() Росс. Библ. Общества ![]() В. А. Жуковскаго ![]() К. П. Побѣдоносцева ![]() А. С. Хомякова АпокриѳыВетхозавѣтные![]() Новозавѣтные Библейскія изслѣдованіяСвятоотеческія толкованія![]() Изслѣдованія по библеистикѣ ![]() Толковая Библія Лопухина ![]() Библія и наука Календарь на Вашемъ сайтѣПравославный календарьНовости сайта
2018-10-29 / russportal
Вторая кн. Царствъ (гл. 13-24) въ переводѣ архим. Макарія (Глухарева) 2018-10-29 / russportal Вторая кн. Царствъ (гл. 1-12) въ переводѣ архим. Макарія (Глухарева) 2018-10-08 / russportal Первое посланіе св. ап. Іоанна Богослова въ пер. В. А. Жуковскаго (1895) 2018-10-08 / russportal Второе посланіе св. ап. Петра въ переводѣ В. А. Жуковскаго (1895) 2018-10-05 / russportal Второзаконіе (гл. 18-34) въ переводѣ Д. А. Хвольсона (1903) 2018-10-05 / russportal Второзаконіе (гл. 1-17) въ переводѣ Д. А. Хвольсона (1903) Новости въ видѣ RSS-канала: ![]() |
![]() ГРЕЧЕСКАЯ БИБЛІЯ
2 καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι' οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται· 3 καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται, οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάξει. 4 εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους, 5 καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας, 6 καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς, 7 καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο· 8 βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος, ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνισεν· — 9 οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν, 10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας. τολμηταί, αὐθάδεις! δόξας οὐ τρέμουσι βλασφημοῦντες, 11 ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσι κατ' αὐτῶν παρὰ Κυρίῳ βλάσφημον κρίσιν. 12 οὗτοι δέ, ὡς ἄλογα ζῷα φυσικὰ γεγενημένα εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσι βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καταφθαρήσονται, 13 κομιούμενοι μισθὸν ἀδικίας, ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν, συνευωχούμενοι ὑμῖν, 14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα! 15 καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν, 16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσε τὴν τοῦ προφήτου παραφρονίαν. 17 οὗτοί εἰσι πηγαὶ ἄνυδροι, νεφέλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰώνα τετήρηται. 18 ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς ὄντως ἀποφυγόντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. 20 εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων· 21 κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. 22 συμβέβηκε δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, κ ύ ω ν ἐ π ι σ τ ρ έ ψ α ς ἐ π ὶ τ ὸ ἴ δ ι ο ν ἐ ξ έ ρ α μ α, κ α ί, ὗ ς λ ο υ σ α μ έ ν η ε ἰ ς κ ύ λ ι σ μ α β ο ρ β ό ρ ο υ.
|
||
«Русскiй Порталъ» © 2004-2019 |